Δευτέρα 28 Ιουλίου 2014

Μια προσευχητική σύνθεση των ευχών της γονυκλισίας της Πεντηκοστής. 07 Ιουν επιμέλεια:πρωτοπρεσβυτέρου Δημητρίου Αθανασίου

Prostrations edited

Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν…. ὁ τὴν σὴν εἰρηνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων….Σὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύσεως αὐτοῦ ἀπαράλλακτος, καὶ ἀμετακίνητος χαρακτηρ, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Σὺ γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος, ἀλλ’ ἡ σὴ εὐσπλαγχνία νικήσει τούτων τὸ ἄμετρον· ἰδοὺ γὰρ φόβῳ παρίσταμαί σοι, εἰς τὸ πέλαγος τοῦ ἐλέους σου τὴν ἀπόγνωσιν ἀπορρίψας τῆς ψυχῆς μου. Κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν ῥηματι τὴν κτίσιν ἀρρήτῳ σοφίας δυνάμει κυβερνῶν, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν, καὶ γνώρισόν μοι ὁδόν, ἐν ᾗ πορεύσομαι Πνεῦμα σοφίας σου, τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος. Πνεῦμα φόβου σου τοῖς ἐμοῖς ἐπισκίασον ἔργοις καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀλισθηρόν, ἵνα καθ’ ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν παρουσίας, καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν……

Μνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ μετὰ παρρησίας δοξάσωμεν ἐπὶ πᾶσι, σὲ τὸν μόνον ἀληθινόν καὶ φιλάνθρωπον Θεόν. ..

…Δέξαι  Δέσποτα, δεήσεις καὶ ἱκεσίας ἡμετέρας, καὶ ἀνάπαυσον πάντας τοὺς πατέρας ἑκάστου, καὶ μητέρας, καὶ ἀδελφούς, καὶ ἀδελφὰς καὶ τέκνα, καὶ εἴ τι ἄλλο ὁμογενὲς καὶ ὁμόφυλον, καὶ πάσας τὰς προαναπαυσαμένας ψυχὰς ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διὰ τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς, συνέγειρον καὶ τὰ σώματα ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ὥρισας, κατὰ τὰς ἁγίας σου καὶ ἀψευδεῖς ἐπαγγελίας….

…Μὴ ἀπορρίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι. Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου. Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ΄ ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.

….…συγχώρησον τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ πρόδηλα, τὰ λανθάνοντα, τὰ ἐν πράξει, ἐν τὰ διανοίᾳ, , τὰ ἐν λόγῳ, τὰ ἐν πάσαις ἡμῶν ταῖς ἀναστροφαῖς, καὶ τοῖς κινήμασι, καὶ τοῖς μὲν προλαβοῦσιν ἐλευθερίαν καὶ ἄνεσιν δώρησαι, ἡμᾶς δὲ τοὺς περιεστῶτας εὐλόγησον, τέλος ἀγαθὸν καὶ εἰρηνικὸν παρεχόμενος ἡμῖν τε, καὶ παντὶ τῷ λαῷ σου, καὶ ἐλέους σπλάγχνα καὶ φιλανθρωπίας διανοίγων ἡμῖν, ἐν τῇ φρικτῇ καὶ φοβερᾷ σου παρουσία, καὶ τῆς βασιλείας σου ἀξίους ἡμᾶς ποίησον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου